Ομηρικές Σχεδίες

Σχεδία 2014

ε Οδυσσείας

τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
τῷ δ’ ἄρα πέμπτῳ πέμπ’ ἀπὸ νήσου δῖα Καλυψώ,
εἵματά τ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
τὸν ἕτερον, ἕτερον δ’ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
κωρύκῳ, ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ’ οὔρῳ πέτασ’ ἱστία δῖος Ὀδυσσεύς.
αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως        270
ἥμενος· οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε
Πληϊάδας τ’ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Ἄρκτον θ’, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,
οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·

Ομηρικές Σχεδίες αυτοσχεδίες  σε σύγχρονες θάλασσες 

διαδικτυακές,

αυξημένης αντίληψης και διαυγούς φαιάς ουσίας

Στον αστερισμό του Βοώτη

Στον αστερισμό του Βοώτη

 ε Οδυσσείας

270