Αρχική » art » Ηρακλής και Οδυσσέας

Ηρακλής και Οδυσσέας


ΗΡΑΚΛΗΣ ΟΔΥΣΣΕΑΣ ΑΔΗΣ 15

Συνομιλίες του Οδυσσέα  με τον Ηρακλή στον κάτω κόσμο

λ Οδυσσείας

τὸν δὲ μέτ’ εἰσενόησα βίην Ἡρακληείην,
εἴδωλον· αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσι
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
πάντοσ’ ἀτυζομένων· ὁ δ’ ἐρεμνῇ νυκτὶ ἐοικώς,
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,        610
ἄρκτοι τ’ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
ὑσμῖναί τε μάχαι τε φόνοι τ’ ἀνδροκτασίαι τε.
μὴ τεχνησάμενος μηδ’ ἄλλο τι τεχνήσαιτο,
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
ἔγνω δ’ αἶψ’ ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,
καί μ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

«διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,
ἆ δείλ’, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ’ αὐγὰς ἠελίοιο.
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν        620
εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ’ ἀέθλους.
καί ποτέ μ’ ἐνθάδ’ ἔπεμψε κύν’ ἄξοντ’· οὐ γὰρ ἔτ’ ἄλλον
φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον.
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀΐδαο·
Ἑρμείας δέ μ’ ἔπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη.»

Μόνο ο Ηρακλής και ο Οδυσσέας μπορούν να κρατήσουν το ΤΟΞΟ σωστά

με οδηγούς βοηθούς τον ΕΡΜΗ και την ΑΘΗΝΑ

Η Αυτοκρατορία των Ομηρικών  Ερμηνευτικών ΛΕΞΕΩΝ

σε Έπη Μυθικά

Αστραία

Έσσετ’ ήμαρ